Διατριβὴ Γʹ.ιηʹ — ὅτι οὐ δεῖ πρὸς τὰς ἀγγελίας ταράσσεσθαι

Βιβλίον Γʹ · 9 τμήματα · III 18
1
ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται.
2
μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης; — οὐδαμῶς. — ἀλλʼ ὅτι ἀπέθανέν τις· τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει· τί οὖν πρὸς σέ;
3
ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται· ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλʼ ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον· ἐσώθης, οὐκ ἐπὶ σέ.
4
[οὐκοῦν] ἀλλʼ ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δʼ οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; — οὔ. — τί οὖν ἔτι σοι μέλει;
5
ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολές[θ]αι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται.
6
πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον.
7
τί οὖν; ὁ κριτὴς ἀκίνδυνός ἐστιν; οὔ· ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ;
8
σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι· τοῦτο φυλάσσου μόνον· κριθῆναι δʼ ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν.
9
ἀπειλεῖ σοι ὁ δεῖνα. ἐμοί; οὔ. ψέγει σε. αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. μέλλει σε κατακρινεῖν ἀδίκως. ἄθλιος.