Διατριβὴ Γʹ.ιζʹ — περὶ προνοίας

Βιβλίον Γʹ · 9 τμήματα · III 17
1
ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ, ὅτι κατὰ λόγον γέγονεν.
2
ναί, ἀλλʼ ὁ ἄδικος πλέον ἔχει. ἐν τίνι; ἐν ἀργυρίῳ· πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν;
3
ἀλλʼ ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις· ἀλλʼ ὅπου κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα.
4
κἀγώ ποτʼ εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; — μὴ γένοιτο, φησίν, ἐκείνη ἡ ἡμέρα. —
5
τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθʼ οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τούτων, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; ὡμολόγει. τί οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον;
6
μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν ᾧ κρείττων ἐστίν, καὶ οὐδέποτʼ ἀγανακτήσετε.
7
ἀλλʼ ἡ γυνή μοι κακῶς χρῆται. καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε ἡ γυνή μοι κακῶς χρῆται. ἄλλο οὖν οὐδέν;
8
οὐδέν. ὁ πατήρ μοι οὐδὲν δίδωσιν. … ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι;
9
διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐροήσομεν.