Διατριβὴ Γʹ.ιδʹ — σποράδην τινά

Βιβλίον Γʹ · 14 τμήματα · III 14
1
ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται.
2
ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου.
3
σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.
4
ὅταν τις ὕδωρ πίνῃ ἢ ποιῇ τι ἀσκητικόν, ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας.
5
ἐγὼ ὕδωρ πίνω. διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρωπε, εἴ σοι λυσιτελεῖ[ν] πίνειν, πῖνε· εἰ δὲ μή, γελοίως ποιεῖς.
6
εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;
7
τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατʼ οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατʼ ἔνστασιν.
8
δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, οἴησιν καὶ ἀπιστίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων.
9
τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δʼ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον. οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη·
10
καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτʼ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.
11
κρείσσων εἰμὶ σοῦ· ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν. ἄλλος λέγει ἐγὼ δεδημάρχηκα, σὺ δʼ οὔ.
12
εἰ δʼ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι ὁ πατήρ μου ὠκύτερος ἦν ἢ ὅτι ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον ἢ ὅτι κομψὰ περιτραχήλια; εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι ἔστω ταῦτα, τρέχωμεν οὖν;
13
ἄγε, ἐπʼ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφʼ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων; μήποτʼ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη;
14
τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵνʼ ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι μεγάλα λακτίζω, ἐρῶ σοι κἀγὼ ὅτι ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς.