Διατριβὴ Αʹ.καʹ — πρὸς τοὺς θαυμάζεσθαι θέλοντας

Βιβλίον Αʹ · 4 τμήματα · I 21
1
ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν.
2
ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προ[σ]θέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν περιπατεῖς;
3
ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν· ὦ μεγάλου φιλοσόφου.
4
τίνες εἰσὶν οὗτοι, ὑφʼ ὧν θαυμάζεσθαι θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;