εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει·
Διατριβὴ Γʹ.ιαʹ — σποράδην τινά
ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω· ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω.
καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.
μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου·
ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ[ι καὶ], οὐδʼ εἰ κακίων σέθεν ⟨ἔλθοι,⟩ ⟨ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπα⟩ντες ξεῖνοί τε πτωχοί τε.
τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν· οὔ μοι θέμις ἔστʼ οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, πατέρʼ ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου·
καὶ ἐπʼ ἀδελφῷ· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.