Διατριβὴ Αʹ.λʹ — τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν

Βιβλίον Αʹ · 7 τμήματα · I 30
1
ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ.
2
ἐκεῖνος οὖν σου πυνθάνεται φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ; ἐγὼ ἀδιάφορα.
3
νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη; οὔ. σὺ οὖν ἠλλάγης; οὔ. λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα. τὰ ἀπροαίρετα. λέγε καὶ τὰ ἑξῆς.
4
ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ. λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει; προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν. τέλος δὲ τί; τὸ σοὶ ἀκολουθεῖν.
5
ταῦτα καὶ νῦν λέγεις; ταὐτὰ καὶ νῦν λέγω. ἄπ[ε]ιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις.
6
ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν;
7
τοῦτο ἦν ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δʼ ὡς μεγάλα παρεσκευαζόμην.